Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.6 Dem. 41.10 (English) >>Dem. 41.14

41.9ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός, γράμματα δʼ ἔστιν κατέλιπεν ἀποθνῄσκουσʼ ἐκείνη, μάρτυρες δʼ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθʼ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους. οὔκουν δεινόν, ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντʼ εἰς τὸ κοινὸν φέρειν, 41.10τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα;

λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους.Νόμος Γράμματα Μαρτυρία

41.11βούλομαι τοίνυν, ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι. φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων, οὐκ ἀνενηνόχασιν κεκομισμένοι ταύτην, ὡς ὑμῖν Δημόφιλος θέμενος μαρτυρήσει· σκηνὴν δʼ ἣν ἔχουσιν, οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν· ἄλλα δὲ πόσα τοιαῦτα; τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης, οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος, ἀλλὰ τὰ μὲν ἔχει προλαβών, τῶν δὲ τὰ μέρη κομίζεται, τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν. ἵνα τοίνυν μηδὲ ταῦτʼ παραλελειμμένα, λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.6 Dem. 41.10 (English) >>Dem. 41.14

Powered by PhiloLogic